Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.102 Joseph. AJ 5.107 (English) >>Joseph. AJ 5.111

5.105ὡς δὲ περαιωσαμένων καὶ πρὸς αὐτοὺς ἀφικομένων ἐκκλησία συνελέγη, στὰς Φινεέσης μείζω μὲν αὐτοὺς ἁμαρτεῖν ἔλεγεν, ὥστε λόγοις ἐπιτιμηθέντας νενουθετῆσθαι πρὸς τὰ μέλλοντα πλὴν οὐ πρὸς τὸ μέγεθος τῆς παρανομίας ἀπιδόντας εὐθὺς ἐφʼ ὅπλα καὶ τὴν ἐκ χειρῶν τιμωρίαν ὁρμῆσαι, πρὸς δὲ τὸ συγγενὲς καὶ τὸ τάχα καὶ λόγοις ἂν σωφρονῆσαι σκοπήσαντας οὕτω ποιήσασθαι τὴν πρεσβείαν, 5.106ἵνα τὴν αἰτίαν μαθόντες ὑφʼ ἧς προήχθητε τὸν βωμὸν κατασκευάσαι μήτε προπετεῖς δοκῶμεν ὅπλοις μετιόντες ὑμᾶς κατὰ λογισμὸν ὅσιον ποιησαμένους τὸν βωμόν, κατι δικαίως ἀμυνώμεθα τῆς διαβολῆς ἐλεγχθείσης ἀληθοῦς. 5.107οὐ γὰρ ἠξιοῦμεν ὑμᾶς πείρᾳ τῆς τοῦ θεοῦ γνώμης ἐντὸς γεγενημένους καὶ νόμων ὧν αὐτὸς ἡμῖν δέδωκεν ἀκροατὰς ὑπάρχοντας, διαζευχθέντας ἡμῶν καὶ παρόντας εἰς τὸν ἴδιον κλῆρον, ὃν κατὰ χάριν τοῦ θεοῦ καὶ τῆς ἐκείνου περὶ ἡμᾶς προνοίας ἐλάχετε, λήθην λαβεῖν αὐτοῦ καὶ τὴν σκηνὴν καὶ τὴν κιβωτὸν καταλιπόντας καὶ βωμὸν ὃς ἡμῖν πάτριος ξενικοὺς θεοὺς ἐπιφέρειν τοῖς Χαναναίων κακοῖς προσκεχωρηκότας. 5.108ἀλλʼ οὐδὲν ἀδικεῖν δόξετε μετανοήσαντες καὶ μὴ περαιτέρω μανέντες νόμων δὲ πατρίων αἰδῶ καὶ μνήμην λαβόντες. ἂν δʼ ἐπιμένητε τοῖς ἡμαρτημένοις, οὐ περιστησόμεθα τὸν ὑπὲρ τῶν νόμων πόνον, ἀλλὰ περαιωσάμενοι τὸν Ἰόρδανον τούτοις βοηθήσομεν καὶ πρὸ αὐτῶν τῷ θεῷ, μηδὲν ὑμᾶς Χαναναίων διαφέρειν ὑπολαμβάνοντες ἀλλʼ ὁμοίως ἐκείνοις διαφθείροντες.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.102 Joseph. AJ 5.107 (English) >>Joseph. AJ 5.111

Powered by PhiloLogic